top of page

Ξένια Πολίτη

Ο Λόγος στην Τέχνη και στα Γράμματα για τις Αξίες, την Ελεύθερη Σκέψη, τον Έρωτα, τον Πολιτικό Πολιτισμό

Ἔρις ἐρήμη ὡς εἰκὸς

  • Xenia Politi
  • 8 hours ago
  • 2 min read
ree


Ἐν χλωερῷ παραδεὶσῳ πέριξ τοῦ μεγάρου, οἱ γάμοι Πηλέως καὶ Θέτιδος, τελούνται.Ἔρις, ἡ μόνη μὴ κεκλημένη θεός, παραγίγνεται πλησίον τῶν θυρῶν. Εἰκαζεν ἄν τις, ὅτι ἐστὶ βαρύθυμος, κατηφής, ὀλίγον κυρτή, αἰσχρά καὶ σμικρὰ τὸ εἶδος, μετὰ πιναροῦ πέπλου ἀλλὰ εὖ διακειμένη πρὸς τὸ θέατρον.


ΕΡΙΣ

Ὦ!

Ἔρι ἐρήμη, ἔμβα ἔμβα σιωπηρῶς

 ἐπὶ χθόνα μονωτάτη ὡς εἰκὸς

 ὀπιπεύσουσα τῆλε θυρὸς

τὰς ἀγλαὰς ἐλεὐσεις...

(ἐφιστᾶσα, λέγει τῷ θεάτρω, πειρωμένη θυμὸν ἐπισχεῖν)

Οὐ προσεκλήθην φεῡ! Καὶ οὐκ ᾐσχύνοντο ρῖψαι μοι τὴν δακέθυμον ἀπάρνησιν εἰσάντα ἰδεῖν. Διαβεβόηται ὅτι ἔστι μοι νεῖκος καὶ διένεξις; Ἔγωγε δή! Καὶ μὴν ἔστι μοι ἅμιλλα καὶ ζέσις διὰ τὸ ἀγαθόν.Ὁ ζῆλος! Ὁ ἆθλος πρὸς ὑπεροχήν, ὃν ἐγώ μετέδωκα τοῖς βροτοῖς ἵνα κοπιῶσιν ὡς ὠφέλειαν τῆς ἐφ' ἡμέραν βορᾶς.

Ἀνεκτίμητον ὄνησιν ἂν δωροίμην ἥς Ὀλύμποιοι νῦν, ἀπηνῶς καταφρονοῦσι!

(ἀθρεῖ δεικνῦσα τῷ θεάτρῳ τινάς κεκλημένους θεοὺς ἅμα θνητοῖς παρελαύνοντας)

Ἀθηνᾶ, Ἀφροδίτη, Ἥρα, Ποσειδῶν

Οὔκουν ἐγὼ φίλερις οὖσα; ἡ ὑποχθόνιος Ἐκάτη; ὦ ναί γε! ἡ Ἀληκτώ, ἡ Μέγαιρα, αἱ Ἐρινύες πᾶσαι; ναί γε! αἱ μέλαιναι Κῆρες οἴμι ναί γε! εἰ καὶ στάζουσαι χεῖρας αἵματι;;

(τῷ θεάτρῳ)

Ἔιπετέ μοι ὦ ἀγαθοὶ, ἐδόκει ὑμῖν ταύτας λῴονας εἶναι ἵνα συνᾴδωσι τὸν ὑμέναιον;

(ὁρᾷ Ἄρην ἀφικνούμενον)

Ἔα! Ἰδὲ ἐπὶ τεθρίππου ἅρματος στίλβει πρόσωπον -μὴ ὥρασιν ἵκοιτο- θοῦρος Ἄρης ὁ ἑδνωτὴς φρίκην καὶ πόλεμον!

(πρὸς ἑαυτὸν ἀπελήρει)

 Ὦ μοι ἐμοὶ ἀδέλφιον περικάλλιστον! Ἀμνήμων βαίνεις πόδα ἐν εἰλαπίναις τῆς σῆς κασιγνήτης ἐπιλαθόμενος; Ἔριν μέν τὴν ἀσχήμονα ὡς φῇς, ἀεὶ ἀρωγὸν δὲ ἐν σοφίσμασιν ἅ σὺ μηχανᾶ οὐκ ἐκφέρεις.Τὸ τιμᾶσθαι ἐστὶ κράτιστον οὐχὶ τὸ περίβωτον κάλλος! Καὶ τί ποτέ ἐστι τοῦτο ὃ τίκτει φθόνον τρύχοντα, σμυγερόν, ζοφώδη καὶ βραχεῖαν φέρει ζωήν; Τὸ κάλλος κορύσσει τὸ ἀκόλαστον τέκνον Κύπριδος ἀθανάτους ἐμπαίζειν καὶ δήτα τοὺς θνητοὺς, εἰλῆσαν ὄμμα φρενῶν ἀχλύι, λυγροῖς βέλεσσι κάμμορον κέαρ διακεντεῖν.

(Παῦσις )

Ἀτὰρ κάκιστον πάντων τὸ ἀδικεῖσθαι.

(Τῷ θεάτρῳ)

Φράσατε ἀγετέ μοι δή, ἐδόκει ὑμῖν οὐκ ἐμὲ εἶναι ἀρκετὴν τεκμαίρεσθαι τοῦτο; Τί δήτα οἴεσθε; Ποῖος ἆρά γε δύναταί μοι ἀποπλῦναι τόδε τὸ ἄδικον;

Τοιγάρτοι, ὥρα κατεπείγει τε καὶ ὑμᾶς καὶ πάντας γνῶναι!

(Ἀπαστράπτον μῆλον ἐκ τοῦ αὐχμηροῦ πέπλου ταύτης ἀναφαίνεται. Ὁρῶσα καὶ δεικνῦσα τὸ μῆλον)

ἑνὶ ἔπει :"τῇ καλλίστῃ"

(λευκὴ αἰθάλη ἄρχεται περιβάλλειν νιν ὥσπερ νεφέλη. Ἔρις, ἀπεκδυομένη τὸ εὐτελὲς ἔνδυμα, ὀφθήσεται ἀμυδρὸν τανύεσθαι αὐξομένη).

 Ὦρι ἐρήμη σιωπηρῶς

καίτοι μαινομένη ἱκανῶς

ἐκδικεῖσθαι!

(πρὸς ἑαυτόν)

Αὔξου γοῦν ὥσπερ χόλος ὁ λελογχὼς μου τὴν ὀρφνὴν κραδίαν πέλωρ ἐγένετο...

(Ἔρις αὐξηθεῖσα, ἐγένετο πελώριος, ἀόρατος καὶ ἀντιληφθεῖσα παρὰ τῶν θεατῶν μόνον ἐκ τῆς ἑαυτῆς φωνῆς.

Ἐν τοῖς γάμοις δέ, τὸ περικαλλὲς μῆλον κυλινδεῖται -ἐξ ἀοράτου Ἔριδος χειρὸς- ἐπὶ τῆς ἑορτίου τραπέζης. Τὸ θαλερὸν παγίδιον ὀφθήσεται παραυτίκα ὑπὸ τριῶν δελεαρπάγων θεαινῶν, Ἥρας, Ἀθηνᾶς καὶ Ἀφροδίτης αἳ ἄρξονται ἐρίζειν ἀλλήλαις περὶ ὑπερτάτου κάλλους, θορυβωδῶς. Τηνίκα, Ἔρις, ἀσπάζομένή τοὺς θεατάς, ἀναλήπτεται εἰς οὐρανόν. Ἡ φωνὴ ταύτης ἐξακούεται νῦν μακρόθεν).

Οὔλετε καὶ χαίρετε! Αὔρα φιλότητος αἰθέρος ἤδη περιλείχει πάνυ ἡδέως τὸ ἐμὸν κάρα. Ἐνθάδε γε, τεθαλυῖα, ἐν λειμῶσι νεφῶν κούφη ἔτι, θεωρῶ ἀφ’ ὑψηλοῦ τὴν γαμήλιον ἑορτὴν μεγάλου τι μέλλοντος κακοῦ ἀποβησομένην. Κάλλος γάρ, δεινῶν πημάτων δέλεαρ.

Comments


Commenting on this post isn't available anymore. Contact the site owner for more info.
Featured Posts
εξωφυλλο.jpg

   Λογοτεχνία

      Έκδοόσεις  Άπαρσις 2021

cover 1.jpg

Τα δύο πρώτα θεατρικά έργα, από τις εκδόσεις, "Βακχικόν'', το 2018, σε κοινή έκδοση.

cover%20terma_edited.jpg
Recent Posts
bottom of page